Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
275b.Ἄλλως.(S. 155.)
Λύκος λιμώττων περιήιει ζητῶν ἑαυτῶι τροφήν. Ὡς δὲ ἐγένετο κατά τινα τόπον, ἀκούσας γραὸς παιδὶ κλαίοντι ἀπειλουμένης, ὡς, ἂν μὴ παύσηται, βαλεῖ λύκωι, οἰόμενος ἀληθεύειν προσέμενεν. Ἑσπέρας δὲ γενομένης, ὡς οὐδὲν τοῖς λ΄γοις ἀλόλουθον ἐγένετο, ἀπαλλαττόμενος ἔφη· «ἐν ταύτηι τῆι ἐπαύλει οἱ ἄνθρωποι ἄλλα μὲν λέγουσιν, ἄλλα δὲ ποιοῦσιν.»Ὁ λόγος ἁρμόσει τοῖς μὴ τοῖς λόγοις τὰ ἔργα ἔχουσιν ἑπόμενα. |