Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
274b.Ἄλλως. Λύκος καὶ Ἀρήν.(S. 152. C. 229.)
Λύκος θεασάμενος ἄρνα ἀπό τινος ποταμοῦ πίνοντα, τοῦτον ἠβουλήθη μετά τινος εὐλόγου αἰτίας καταθοινήσασθαι. Διόπερ στὰς ἀνωτέρω ἠιτιᾶτο αὐτὸν ὡς θολοῦντα τὸ ὕδωρ, καὶ πίνειν αὐτὸν οὐκ ἐῶντα. Τοῦ λέγοντος, ὡς ἄκροις τοῖς χείλεσι πίνει, καὶ ἄλλως οὐ δυνατὸν, αὐτοῦ ἑστῶτος κάτω, ἐπάνω ταράσσειν τὸ ὕδωρ, ὁ λύκος ἀποτυχὼν ταύτης τῆς αἰτίας ἔφη· «ἀλλὰ πέρυσι τὸν πατέρα μου ἐλοιδόρησας.»Εἰπόντος δὲ ἐκείνου, μηδέπω τότε γεννηθῆναι, ὁ λύκος ἔφη πρὸς αὐτόν· «κἂν σὺ ἀπολογιῶν εὐπορῆις, ἐγώ σε οὐχ ἧττον κατέδομαι.»Ὁ λόγος δηλοῖ, ὅτι οἷς πρόθεσίς ἐστιν ἀδικεῖν, παρ᾿ αὐτοῖς οὐδὲ δικαία ἀπολογία ἰσχύει. |