BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

274.

Λύκος καὶ Ἀρνός.

(F. 101. C. 229 et p. 378. B. 89.)

 

Λύκος ἄρνα εὑρὼν πεπλανημένον, οὐκ ἀφήρπασε χειρὶ δυνατωτάτηι, ἀλλ᾿ ἠθέλησε μετ᾿ εὐλόγου αἰτίας τοῦτον φαγεῖν. Εἶπε δὲ πρὸς αὐτὸν τοιαῦτα· «πέρυσι σὺ πολλὰ καθύβρισάς με.» Ὁ δὲ πρὸς αὐτὸν θρηνωιδῶν ἀνεβόα· «ἔγωγ᾿ οὐκ ἐν τούτωι γεγένημαι τῶι [134] χρόνωι.» Καὶ ὁ λύκος εἶπε πρὸς αὐτόν· «τὴν ἄρουράν μου νέμηι.» Ὁ δ᾿ ἀρνὸς ἔφη· «ἀκμὴν τροφὴν οὐκ εἶδον.» Πάλιν ὁ λύκος· «ἐκ τῆς πηγῆς μου πίνεις.» Ὁ δὲ «οὔπω πέπωκα ὕδωρ» προσεῖπεν αὐτῶι· «τῆς γὰρ μητρός μου τὸ γάλα ἡ τροφή μου καὶ τὸ πόμα μου.» Ὁ δὲ συλλαβὼν καὶ φαγὼν τοῦτον, εἶπεν· «ἀλλ᾿ ἐγὼ τέως ἄδειπνος οὐ μενῶ, εἰ καὶ σὺ ἀφορμὴν ἐμὴν πᾶσαν λύεις.»

Ὁ μῦθος δηλοῖ, ὅτι γνώμην κακούργου καὶ πλεονέκτου λόγος οὐ πείθει, κἂν ἀληθὴς τυγχάνηι.