BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

271b.

Ἄλλως. Λύκος καὶ Παιδίον.

(S. 156.)

 

Λύκος τροφῆς κεκορεσμένος, ἐπειδὴ ἐθεάσατο παιδίον ἐπὶ γῆς βεβλημένον, αἰσθόμενος ὅτι διὰ τὸν ἑαυτοῦ φοβον ἑπεπτώκει, προσελθὼν παρεθάῤῥυνεν αὐτὸ, λέγων ὡς, ἂν τρεῖς λόγους ἀληθεῖς αὐτῶι εἴπη, ἀπολύει αὐτό. Καὶ ἀρξάμενος ἔλεγε πρῶτον, μὴ βούλεσθαι αὐτῶι περιτυχεῖν, δεύτερον, παραπλησίως ἡμαρτηκέναι τυφλῶι· τρίτον «κακοὶ κακῶς ἀπόλοιντο πάντες οἱ λύκοι, ὅτι μηδὲν παθόντες ὑφ᾿ ἡμῶν κακῶς πολεμεῖτε [133] ἡμᾶς.» Καὶ ὁ λύκος ἀποδεξάμενος τὸ ἀψευδὲς αὐτοῦ ἀπέλυσεν αὐτό.

Ὁ λόγος δηλοῖ, ὅτι πολλάκις ἡ ἀλήθεια καὶ παρὰ πολεμίοις ἰσχύει.