BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

272.

Λύκος καὶ Ἀλώπηξ.

(F. 360. C. 410. B. 101.)

 

Λύκος τις ἁδρὸς ἐν λύκοις ἐγεννήθη,

λέοντα δ᾿ αὐτὸν ἐπεκάλουν· ὁ δ᾿ ἀγνώμων

τὴν δόξαν οὐκ ἤνεγκε, τῶν δὲ συμφύλων

ἀποστατήσας τοῖς λέουσιν ὡμίλει.

κερδὼ δ᾿ ἐπισκώπτουσα «μὴ φρενωθείην»

ἔφη «τοσοῦτον, ὡς σὺ νῦν ἐτυφώθης·

σὺ γὰρ ὡς ἀληθῶς ἐν λύκοις λέων φαίνηι,

ἐν δ᾿ αὖ λεόντων συγκρίσει λύκος γίγνηι.»

Πρὸς τοὺς ὑπὸ τῶν κολάκων οὐκ ὀρθῆι κρίσει ἐπαινουμένους καὶ μέγα φρονοῦντας, ἐλεγχομένους δὲ ἑαυτοὺς ἐπιγινώσκοντας.