Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
271.Λύκος καὶ Ἀλώπηξ.(C. 232. F. 301. B. 53.)
Εἰς λύκον ἀλώπηξ ἐνέπεσεν· ἐδυσώπει δὲ ὡς γραῦν αὐτὴν οὖσαν μὴ ἀποκτεῖναι. Ὁ δὲ λύκος ἔφη· «ἐὰν τρεῖς λόγους ἀληθεῖς εἴπηις μοι, ἀπολυθήσηι.» Ἡ δὲ εἶπεν· «εἴθε μή σοι συνήντησα,» καὶ «μηδαμῶς τῆι ὥραι ταύτηι ζήσαις,» καὶ «μήπως πάλιν συναντήσαις μοι.»Ὅτι ἐν περιστάσει τις ἐμπεσὼν, καὶ τὰς κεκρυμμένας τῆς ψυχῆς βουλὰς ἐξάγει. |