BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

266.

Λύκοι καὶ Κύνες.

(C. 233. F. 302.)

 

Ο λύκοι τοῖς κυσὶν εἶπον· «Διὰ τί ὅμοιοι ὄντες ἡμῖν ἐν πᾶσιν, οὐχ ὁμοφρονεῖτε ἡμῖν ὡς ἀδελφοί; οὐδὲν γὰρ ὑμῶν διαλλάττομεν, πλὴν τῆι γνώμηι. Καὶ ἡμεῖς μὲν ἐλευθερίαι συζῶμεν· ὑμεῖς δὲ τοῖς ἀνθρώποις ὑποκύπτοντες καὶ δουλεύοντες, πληγὰς παρ᾿ αὐτῶν ὑπομένετε, καὶ κλοιὰ περιτίθεσθε, καὶ φυλάττετε καὶ τὰ πρόβατα· ὅτε δὲ ἐσθίουσι, μόνα τὰ ὀστᾶ ὑμῖν ἐπιῤῥίπτουσι. Ἀλλ᾿ ἐὰν πείσησθε, πάντα τὰ ποίμνια ἔκδοτε ἡμῖν, πάντα κοινὰ εἰς κόρον ἐσθίοντες.» Ὑπήκουσαν οὖν πρὸς ταῦτα οἱ κύνες· οἱ δὲ ἔνδον τοῦ σπηλαίου εἰσέλθόντες, πρότερον τοὺς κύνας διέφθειραν.

Ὅτι οἱ τὰς ἑαυτῶν πατρίδας προδιδόντες τοιούτους μισθοὺς λαμβάνουσι.