Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
265.Λιθουργὸς καὶ Ἑρμῆς.(B. 30.)
Γλύψας ἐπώλει λύγδινόν τις Ἑρμείην·τὸν δ᾿ ἠγόραζον ἄνδρας, ὃς μὲν εἰς στήλην(υἱὸς γὰρ αὐτῶι προσφάτως ἐτεθνήκει),ὁ δὲ χειροτέχνημ᾿ ὡς θεὸν καθιδρύσων.ἦν δ᾿ ὀψέ, χὡ λιθουργὸς οὐκ ἐπεπράκει,συνθέμενος αὐτοῖς εἰς τὸν ὄρθρον αὖ δεῖξαι | |
[130] | ἐλθοῦσιν. ὁ δὲ λιθουργὸς εἶτεν ὑπνώσαςαὐτὸν τὸν Ἑρμῆν ἐν πύλαις ὀνειρείαιςεἶδεν λέγοντα· «τἀμὰ νῦν ταλαντεύηι·ἢ γάρ με νεκρὸν ἢ θεὸν σὺ ποιήσεις.» |