Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
264.Ληιστὴς καὶ Συκάμινος.(S. 150. F. 100. C. 400.)
Ληιστὴς ἐν ὁδῶι τινα ἀποκτείνας, ἐπειδὴ παρὰ τῶν ἐπιτυχόντων ἐδιώκετο, καταλιπὼν αὐτὸν ἔφυγε. Τῶν δὲ ἄντικρυς ὁδευόντων πυνθανομένων αὐτοῦ, τίνι μεμολυσμένας ἔχοι τὰς χεῖρας, ἔλεγεν ἀπὸ συκαμίνου καταβεβηκέναι· καὶ ὡς ταῦτα ἔλεγεν, οἱ διώκοντες αὐτὸν ἐπελθόντες καὶ συλλαβόμενοι εἴς τινα συκάμινον αὐτὸν ἐσταύρωσαν. Ἡ δὲ συκάμινος ἔφη· «ἀλλ᾿ ἔγωγε οὐκ ἄχθομαι πρὸς τὸν σὸν θάνατον ὑπερετοῦσα· καὶ γὰρ ὃν αὐτὸς φόνον κατειργάσω, τοῦτον εἰς ἐμὲ † ἐξαιμάτωσας.»Οὕτος πολλάκις καὶ οἱ φύσει χρηστοί, ὅταν ὑπὸ τινῶν ὡς φαῦλοι διαβάλλονται, κατ᾿ αὐτῶν πονηρεύεσθαι οὐκ ὀκνοῦσι. |