Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
267.Λύκοι καὶ Κύνες.(C. 359. B. 85.)
Λύκοις καὶ κυσὶν ἦν ποτε ἔχθρα· κύων δὲ Ἕλλην ἡιρέθη στρατηγὸς κυσίν. Οὗτος πρὸς τὴν μάχην ἐβράδυνεν· οἱ δὲ λύκοι ἠπείλουν σφοδρῶς. Ὁ δὲ εἶπεν· «Οἴδατε, τίνος χάριν βραδύνω; πρέπον ἐστὶν ἀεὶ προβουλεύεσθαι. Ὑμῶν γὰρ τὸ γένος καὶ ἡ χροιὰ πάντων ἕν ἐστιν· οἱ ἡμέτεροι δ᾿ ἐκ πολλῶν τρόπων εἰσὶ καὶ τοῖς τόποις καυχῶνται. Ἀλλὰ καὶ ἡ χροιὰ ἁπάντων οὐκ ἔστι μία καὶ ἴση· ἀλλ᾿ οἱ μὲν μέλανες, οἱ δὲ πυῤῥοὶ, οἱ δὲ λευκοὶ, οἱ δὲ τεφρώδεις. Καὶ πῶς ἂν δυνηθείην εἰς πόλεμον ἄρχειν τῶν ἀσυμφώνων καὶ μὴ ὅμοια πάντα ἐχόντων;» |