Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
256.Λέων καὶ Μῦς.(S. 148. C. 217 et p. 373. F. 98. B. 107.)
Λέοντος κοιμωμένου μῦς τῶι στόματι ἐπέδραμεν· ὁ δὲ ἐξαναστὰς καὶ συλλαβὼν αὐτὸν ἔμελλε καταθοινήσασθαι. Ὁ δ᾿ ἐδεήθη αὐτοῦ μὴ φαγεῖν αὐτὸν, λέγων, ὅτι σωθεὶς πολλὰς χάριτας αὐτῶι ἀποδώσει· γελάσας δὲ αὐτὸν ἀπέλυσε. Συνέβη οὖν αὐτὸν μετ᾿ οὐ πολὺ τῆι τοῦ μυὸς χάριτι περσωθῆναι. Ἐπειδὴ γὰρ συλληφθεὶς ὑπό τινων κυνηγῶν κάλωι ἐδέθη ἐπί τινι δένδρωι, τηνικαῦτα ὁ μῦς ἀκούσας αὐτοῦ στένοντος ἐλθὼν τὸν κάλῶν περιέτρωγε, καὶ λύσας ἔφη· «σὺ μὲν οὖν τότε μου κατεγέλασας, ὡς μὴ προσδοκῶν παρ᾿ ἐμοῦ ἀμοιβὴν κομίσασθαι· νῦν δ᾿ ἴσθι, ὅτι ἐστὶ καὶ παρὰ μυσὶ χάρις.»Ὁ μῦθος δηλοῖ, ὅτι ἐν καιρῶι μεταβολῆς καὶ οἱ σφόδρα δυνατοὶ τῶν ἀσθενεστέρων ἐνδεεῖς γίνονται. |