BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

255.

Λέων, Λύκος καὶ Ἀλώπηξ.

(C. 72. F. 233.)

 

Λέων γηρήσας ἐνόσει κατακεκλιμένος ἐν ἄντρωι· παρῆσαν δ᾿ ἐπισκεψόμενα τὸν βασιλέα πλὴν ἀλώπεκος τἄλλα τῶν ζώων. Ὁ τοίνυν λύκος λαβόμενος εὐκαιρίας, κατηγόρει παρὰ τῶι λέοντι τῆς ἀλώπεκος, ἅτε δὴ παρ᾿ οὐδὲν τιθεμένης τὸν πάντων αὐτῶν κρατοῦντα, καὶ διὰ ταῦτα μήδ᾿ εἰς ἐπίσκεψιν ἀφιγμένης. Ἐν τοσούτωι δὲ παρῆν καὶ ἡ ἀλώπηξ, καὶ τῶν τελευταίων ἠκροάσατο τοῦ λύκου ῥημάτων. Ὁ μὲν οὖν λέων κατ᾿ αὐτῆς ἐβρυχᾶτο· ἡ δ᾿ ἀπολογίας καιρὸν αἰτήσασα «καὶ τίς σε» ἔφη «τῶν συνελθόντων τοσοῦτον ὠφέλησεν, ὅσον ἐγὼ, πανταχόσε περινοστήσασα καὶ θεραπείαν ὑπὲρ σοῦ παρ᾿ [125] ἰατροῦ ζητήσασα καὶ μαθοῦσα;» Τοῦ δὲ λέοντος εὐθὺς τὴν θεραπείαν εἰπεῖν κελεύσαντος, ἐκείνη φησίν· «εἰ λύκον ζῶντα ἐκδείρας τὴν αὐτοῦ δορὰν θερμὴν ἀμφιέσηι.» Καὶ τοῦ λύκου αὐτίκα νεκροῦ κεμένου, ἡ ἀλώπηξ γελῶσα εἶπεν οὕτως· «οὐ χρὴ τὸν δεσπότην πρὸς δυσμένειαν παρακινεῖν, ἀλλὰ πρὸς εὐμένειαν.»

Ὁ μῦθος δηλοῖ, ὅτι ὁ καθ᾿ ἑτέρου μηχανώμενος καθ᾿ ἑαυτοῦ τὴν πάγην περιτρέπει.