BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

254.

Λέων καὶ Λαγωός.

(S. 146. C. 224. F. 97.)

 

Λέων ἐπιτυχὼν λαγωῶι κοιμωμένωι τοῦτον ἔμελλε καταφαγεῖν· μεταξὺ δὲ θεασάμενος ἔλαφον παριοῦσαν. ἀφεὶς τὸν λαγωὸν ἐκείνην ἐδίωκεν. Ὁ μὲν οὖν ἀπὸ τῶν ψόφων ἐξαναστὰς ἔφυγεν· ὁ δὲ λέων, ἐπὶ πολὺ διώξας τὴν ἔλαφον, ἐπειδὴ καταλαβεῖν οὐκ ἠδυνήθη, ἐπανῆλθεν ἐπὶ τὸν λαγωόν· εὑρὼν δὲ καὶ αὐτὸν πεφευγότα ἔφη· «ἀλλ᾿ ἔγωγε δίκαια πέπονθα, ὅτι ἀφεὶς τὴν ἐν χερσὶ βορὰν, ἐλπίδα μείζονα προὔκρινα.»

Οὕτως ἔνιοι τῶν ἀνθρώπων μὴ μετρίοις κέρδεσιν ἐπαρκούμενοι λανθάνουσι καὶ τὰ ἐν χερσὶ προϊέμενοι.