BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

253.

Λέων καὶ Κάπρος.

(C. 223. F. 298.)

 

Θέρους ἐν ὥραι, ὅτε τὸ καῦμα δίψει λυπεῖ, εἰς μικρὰν πηγὴν λέων καὶ κάπρος ἦλθον πιεῖν. Ἤριζον δὲ, [124] τίς πρῶτος αὐτῶν πίηι· ἐκ τούτου δὲ πρὸς φόνον ἀλλήλων διηγέρθησαν. Ἄφνω δὲ ἐπιστραφέντες πρὸς τὸ ἀναπνεῦσαι, εἶδον γῦπας ἐκδεχομένους, ὃς αὐτῶν πέσηι, τοῦτον καταφαγεῖν. Διὰ τοῦτο λύσαντες τὴν ἔχθραν εἶπον· «κρεῖσσόν ἐστι ἡμᾶς φίλους γενέσθαι, ἢ βρῶμα γυψὶ καὶ κόραξιν.»

Ὅτι τὰς πονηρὰς ἔριδας καὶ τὰς φιλονεικίας καλόν ἐστι διαλύειν, ἐπειδὴ πᾶσιν ἐπικίνδυνον τέλος ἄγουσιν.