BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

250.

Λέων καὶ Γεωργός.

(S. 142. F. 93. C. 220 et p. 375.)

 

Λέων εἰς ἔπαυλιν γεωργοῦ εἰσῆλθεν· ὁ δὲ συλλαβεῖν βουλόμενος τὴν αὐλείαν θύραν ἔκλεισε. Καὶ ὃς ἐξελθεῖν μὴ δυνάμενος πρῶτον μὲν τὰ ποίμνια διέφθειρεν, ἔπειτα δὲ καὶ ἐπὶ τοὺς βόας ἐτράπη. Καὶ ὁ γεωργὸς φοβηθεὶς περὶ αὑτοῦ τὴν θύραν ἤνοιξεν. Ἀπαλλαγέντος δὲ τοῦ λέοντος, ἡ γυνὴ θεασαμένη αὐτὸν στέ[123]νοντα εἶπεν· «ἀλλά γε σὺ δίκαια πέπονθας· τί γὰρ τοῦτον συγκλεῖσαι ἠβούλου, ὃν καὶ ἀπὸ μακρόθεν σε ἔδει τρέμειν;»

Οὕτως οἱ πονηροὶ τοὺς ἰσχυροτέρους διερεθίζοντες εἰκότως τὰς ἐξ αὐτῶν πλημελείας ὑπομένουσι.