BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

251.

Λέων καὶ Δελφίς.

(S. 143. C. 222. F. 297.)

 

Λέων ἔν τινι αἰγιαλῶι πλαζόμενος, ὡς ἐθεάσατο δελφῖνα παρακύψαντα, ἐπὶ συμμαχίαν παρεκάλεσε, λέγων, ὅτι ἁρμόζει μάλιστα φίλους ἑαυτοὺς καὶ βοηθοὺς γενέσθαι· «σὺ μὲν γὰρ τῶν θαλαττίων ζώων, αὐτὸς δὲ τῶν χερσαίων εἰμὶ βασιλεύς.» Τοῦ δὲ ἀσμένως ἐπινεύσαντος, ὁ λέων μετ᾿ οὐ πολὺν χρόνον τινὰ μάχην ἔχων πρὸς ταῦρον ἄγριον προσεκάλει τὸν δελφῖνα εἰς βοήθειαν· ὡς δὲ ἐκεῖνος βουλόμενος ἐκβῆναι τῆς θαλάσσης οὐκ ἠδύνατο, ἠιτιᾶτο αὐτὸν ὁ λέων ὡς προδότην. Ὁ δὲ ὑποτυχὼν εἶπεν· «ἀλλὰ μὴ ἐμὲ μέμφου, τὴν φύσιν δὲ, ἥτις με θαλάσσιον ποιήσασα γῆς οὐκ ἐᾶι ἐπιβῆναι.»

Ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ φιλίαν σπενδομένους τοιούτους ἐπιλέγεσθαι συμμάχους, οἳ ἐν τοῖς κινδύνοις πανταχοῦ παρεῖναι δύνανται.