Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
243.Λέων, Ἀλώπηξ καὶ Ἔλαφος.(C. 358 et p. 408. F. 356. ex B. 95.)
Λέων νοσήσας ἔκειτο ἐν φάραγγι· τῆι προσφιλεῖ δὲ [117] ἀλώπεκι, ἧι προσωμίλει, εἶπεν· «εἰ θέλεις ὑγιαναί με καὶ ζῆν, τὴν ἔλαφον τὴν μεγίστην, τὴν εἰς τὸν δρυμὸν οἰκοῦσαν, τοῖς γλυκέσι σου λόγοις ἐξαπατήσασα, ἄγε εἰς (τὰς) ἐμὰς χεῖρας· ἐπιθυμῶ γὰρ αὐτῆς ἐγκάτων καὶ καρδίας.» Ἡ δὲ ἀλώπηξ ἀπελθοῦσα εὗρε τὴν ἔλαφον σκιρτῶσαν ἐν ταῖς ὕλαις· προσπαίσασα δὲ αὐτῆι καὶ χαίρειν εἰοῦσα ἔφη· «Ἀγαθά σοι ἦλθον μηνῦσαι· οἶδας, ὡς ὁ βασιλεὺς ἡμᾶς λέων γείτων μοί ἐστι· νοσεῖ δὲ καὶ ἐγγύς ἐστι τοῦ θνήσκειν. Ἐβουλεύετο οὖν, ποῖον τῶν θηρίων μετ᾿ αὐτὸν βασιλεύσει. Ἔφη δὲ, ὅτι σῦς μέν ἐστιν ἀγνώμων, ἄρκτος δὲ νωθρὰ, πάρδαλις δὲ θυμώδης, τίγρις ἀλαζών· ἡ ἔλαφος ἀξιωτάτη ἐστὶν εἰς βασιλείαν, ὅτι ὑψηλή ἐστι τὸ εἶδος, πολλὰ δὲ ἔτη ζῆι, καὶ τὸ κέρας αὐτῆς ὄφεσι φοβερόν. Καὶ τί σοι τὰ πολλὰ λέγω; ἐκυώθης βασιλεύειν. Τί μοι ἔσται, πρώτηι σοι εἰπούσηι; Ἀλλ᾿ εὖξαί μοι σπευδούσηι, μὴ πάλαι με ζητήσηι· χρήιζει γάρ με σύμβουλον ἐν πᾶσιν. Εἰ δὲ ἐμοῦ τῆς γραὸς ἀκούσηι, συμβουλεύω καὶ σὲ ἐλθεῖν καὶ προσμένειν τευλευτῶντι αὐτῶι.» Οὕτως εἶπεν ἡ ἀλώπηξ· τῆς δὲ ὁ νοῦς ἐτυφώθη τοῖς λόγοις, καὶ ἦλθεν εἰς τὸ σπήλαιον μὴ γιγνώσκουσα τὸ μέλλον. Ὁ λέων δ᾿ ἐφορμήσας αὐτῆι ἐν σπυδῆι, τὰ ὦτα μόνον τοἰς ὄνυξιν ἐσπάραξεν. Ἡ δὲ ταχέως ἔσπευδεν ἐν ταῖς ὕλαις. Καὶ ἡ μὲν ἀλώπηξ τὰς χεῖρας ἐκρότησεν, ὅτι εἰς μάτην ἐκοπίασεν· ὁ δὲ λέων μέγα βρυχώμενος ἐσέναξε· λιμὸς γὰρ αὐτὸν εἶχε καὶ λύπη· καὶ ἱκέτευε τὴν ἀλώπεκα ἐκ δευτέρου τι ποιῆσαι, καὶ δόλωι πάλιν ταύτην ἀγαγεῖν. Ἡ δὲ εἶπε· «χαλεπὸν καὶ κύσκολον ἐπιτάττεις ἐμοὶ πρᾶγμα, ἀλλ᾿ ὅμως ὑπουργήσω σοι.» Καὶ δὴ ὡς ἰχνευτὴς κύων ἐπηκολούθει, πλεκουσα πανουργίας· ποιμένας δ᾿ ἐπηρώτα, εἰ εἶδεν ἔλαφον ἡιμαγμένην. Οἱ δ᾿ ἔδειξαν εν τῆι ὕληι. Εὗρε δὲ αὐτὴν ἀναψυχομένην, καὶ ἔστη ἀναιδῶς. [118] Ἡ δ᾿ ἔλαφος χολωθεῖσα καὶ φρίξασα τὴν χαίτην εἶπεν· «ὦ κάθαρμα, ἀλλὰ οὐκέτι χερώσηι με· εἰ δὲ καὶ πλησιάσεις μοι, οὐ ζήσεις ἔτι. Ἄλλους ἀλωπέκιζε τοὺς ἀπείρους, ἄλλους ποίει βασιλεῖς καὶ ἐρέθιζε.» Ἡ δὲ εἶπεν· «οὕτως ἄνανδρος εἶ καὶ δειλή; οὕτως ἡμᾶς τοὺς φίλους ὑποπτεύεις; ὁ μὲν λέων, τοῦ ὠτὸς κρατήσας, ἤμελλε συνβουλεύειν καὶ ἐντολάς σοι δοῦναι περὶ τῆς τηλικαύτης βασιλείας, ὡς ἀποθνήσκων· σὺ δὲ οὐδὲ κνίσμα χειρὸς ἄῤῥωστον ὑπέστης. Καὶ τῦν ὑπὲρ σὲ πλεῖον ἐκεῖνος θυμοῦται, καὶ βασιλέα τὸν λύκον θέλει ποιῆσαι· οἴμοι πονηρὸν δεσπότην! Ἀλλ᾿ ἐλθὲ καὶ μηδὲν πτοηθῆις, καὶ γενοῦ ὡς πρόβατον. Ὄμνυμι γάρ σοι εἰς τὰ φύλλα πάντα καὶ πηγὰς, μηδὲν κακὸν παθεῖν παρὰ τοῦ λέοντος· ἐγὼ δὲ μόνηι σοι δουλεύσω.» Οὕτως ἀπατήσασα τὴν δειλαίαν ἔπεισε δεύτερον ἐλθεῖν. Ἐπεὶ δὲ εἰς τὸ σπήλαιον εἰσῆλθεν, ὁ μὲν λέων δεῖπνον εἶχε, πάντα τὰ ὀστᾶ καὶ μυελοὺς καὶ ἔγκατα καταπίνων· ἡ δὲ ἀλώπηξ εἱστήκει ὁρῶσα· καρδίαν δὲ ἐκπεσοῦσαν ἁρπάζει λαθραίως, τοῦ κόπου κέρδος ταύτην φαγοῦσα. Ὁ δὲ λέων, ἅπαντα ἐρευνήσας, μόνην καρδίαν ἐπεζήτει· ἀλώπηξ δὲ μηκόθεν στᾶσα ἔφη· «αὕτη ἀληθῶς καρδίαν οὐκ εἶχε· μὴ ἔτι ζήτει· ποίαν γὰρ καρδίαν αὕτη εἶχεν, ἥτις δὶς εἰς οἶκον καὶ χεῖρας λέοντος εἰσῆλθεν;»Ὅτι ὁ τῆς φιλοδεξίας ἔρως τὸν ἀνθρώπων νοῦν ἐπιθολεῖ, καὶ τὰς τῶν κινδύνων συμφορὰς οὐ κατανοεῖ. |