Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
242.Λέοντος βασιλεία.(C. 363. B. 102.)
Λέων τις ἐβασίλευεν οὐχὶ θυμώδης οὐδὲ ὠμὸς οὐδὲ βίαιος, ἀλλὰ πρᾶιος καὶ δίκαιος, ὥσπερ ἄνθρωπος. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας συναθροισμὸς ἐγένετο πάντων τῶν ζώων, δοῦναι δίκας καὶ λαβεῖν πρὸς ἄλληλα, λύκος μὲν προβάτωι, πάρδαλις δὲ αἰγάγρωι, ἐλάφωι δὲ τίγρις, κύων δὲ λαγωῶι. Ὁ πρὼξ δὲ ἔφη· «ηὐχόμην ἰδεῖν τὴν ἡμέραν ταύτην, ἵνα τοῖς βιαίοις φοβερὰ τὰ εὐτελῆ φανῶσιν.» |