BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

244.

Λέων, Ἀλώπηξ καὶ Πίθηκος.

(B. 106.)

 

Λέων ποτ᾿ ἀνδρῶν βίον ἄριστον ἐζήλου,

καὶ δὴ κατ᾿ εὐρὺν φωλεὸν διατρίβων,

ὅσων ἀρίστην ὀριτρόφων φυὴν ἔγνω,

φιλοφρονεῖσθαι γνησίως ἐπειρᾶτο.

πολὺς δ᾿ ὑπὸ σπήλυγγι θαμινὰ παντοίων

[119]

θηρῶν ὅμιλος ἡμέρως συνηυλίσθη·

ὁ δ᾿ εἱστία τε κἀφίλει νόμωι ξείνων,

λίην τιθεὶς ἅπασι δεῖτα θυμήρη.

φίλην δὲ κερδὼ καὶ σύνοικον εἰλήφει,

μεθ᾿ ἧς τὰ πολλὰ μειλίχως συνεζήτει.

γέρων δέ τις πίθηκος ἦν ὁ διατρεύων

κρεῶν τε συσσίτοισι διανέμων μοίρας·

ὃς, ἔι τις ἦλθεν οὐχὶ τῆς συνηθείης,

ταὐτὸν παρετίθει δεσπότηι τε κἀκείνωι,

ὅπερ εἷλεν ὁ λέων νεοδρόμωι λαβὼν θήρηι·

κερδὼ δ᾿ ἑώλων ἔφερεν οὐκ ἴσην μοῖραν.

καὶ δή ποτ᾿ αὐτὴν προσποιητὰ σιγῶσαν

δείπνου τε χεῖρα καὶ βορῆς ἀποσχοῦσαν,

λέων τίν᾿ εἶχεν αἰτίην διηρώτα·

«κερδοῖ σοφὴ, λάλησον ὥσπερ εἰώθεις·

φαιδρῶι προσώπωι δαιτός, ὦ φίλη, ψαῦσον.»

ἡ δ᾿ εἶπεν· «ὦ φέριστε θηρίων γέννης,

πολλῆι μερίμνηι καρδίην διαξαίνω·

οὐ γὰρ τὰ νῦν παρόντα μοῦνον ἀλγύνει,

τὰ δ᾿ ἔπειτα» φησὶ «προσκοπουμένη κλαίω.

καθ᾿ ἡμέραν γὰρ εἴ τις ἄλλος, εἶτ᾿ ἄλλος

ξένος πελάζοι, τοῦτο δ᾿ εἰς ἔθος βαίνοι,

τάχ᾿ οὐδ᾿ ἑώλων γεύσομαι κρεῶν μούνη.»

Ὁ λέων δὲ τερφθεὶς ἱλέως τε μειδήσας

εἶπεν· «πιθήκωι ταῦτα μηδ᾿ ἐμοὶ μέμφου.»

Ὅτι μᾶλλον ἀλγύνειν καὶ λυπεῖν οἶδεν ἀνθρώπους οὐ τὰ παρόντα μόνον, καθ᾿ ὅσον ἤδη ἡ τῶν μελλόντων προσδοκία.