Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
204.Κόραξ καὶ Ἀλώπηξ.(S. 123. C. 204. B. 77.)
Κόραξ κρέας ἁρπάσας ἐπί τινος δένδρου ἐκάθισεν· ἀλώπηξ δὲ θεασαμένη αὐτὸν καὶ βουλομένη τοῦ κρέως περιγενέσθαι, στᾶσα ἐπήινει αὐτὸν ὡς εὐμεγέθη τε καὶ καλὸν, λέγουσα καὶ, ὡς πρέπει αὐτῶι μάλιστα τῶν ὀρνέων βασιλεύειν, καὶ τοῦτο πάντως ἂν γένοιτο, εἰ φωνὴν εἶχεν. Ὁ δὲ παραστῆσαι αὐτῆι βουλόμενος, ὅτι καὶ φωνὴν ἔχει, βαλὼν τὸ κρέας μεγάλως ἐκεκράγει· ἐκείνη δὲ προσδραμοῦσα καὶ τὸ κρέας ἁρπάσασα ἔφη· «ὦ κόραξ, ἔχεις τὰ πάντα· νοῦν μόνον κτῆσαι.»Πρὸς ἄνδρα ἀνόητον ὁ λόγος εὔκαιρος. |