BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

203b.

Ἄλλως. Πένταθλος κομπαστής.

(S. 33.) [«hic Rhodus, hic salta!» hw]

 

νὴρ πένταθλος ἐπ᾿ ἀνανδρίαι ἑκάστοτε ὑπὸ τῶν πολιτῶν ὀνειδιζόμενος, ἀποδημήσας ποτὲ καὶ μετὰ χρόνον ἐπανελθὼν, ἀλαζονευόμενος ἔλεγεν, ὡς πολλὰ [μὲν] καὶ ἐν ἄλλαις πόλεσιν ἀνδραγαθήσας ἐν τῆι Ῥόδωι τοιοῦτον ἥλατο πήδημα, ὡς μηδένα τῶν Ὀλυμπιονικῶν ἐφικέσθαι· καὶ τούτου μάρτυρας ἔφη παρέξεσθαι τοὺς παρατετυχηκότας ἄνδρας, ἂν ἄρα ποτὲ ἐπιδημήσωσι. Τῶν δὲ παρόντων τις ὑποτυχὼν ἔφη πρὸς αὐτὸν· «ἀλλ᾿ ὦ φίλε, εἰ τοῦτο ἀληθές ἐστιν, οὐδὲν δεῖ σοι μαρτύρων· αὕτη γὰρ Ῥόδος καὶ πήδημα.»

Ὁ λόγος δηλοῖ, ὅτι, ὧν πρόχειρος ἡ δι᾿ ἔργων πεῖρα, περὶ τούτων πᾶς λόγος περιττός ἐστι.