Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
203.Κομπαστής.(C. 14 et p. 287. F. 30.)
Ἀνήρ τις ἀποδημήσας, εἶτα δὲ πάλιν πρὸς τὴν ἑαυτοῦ γῆν ἐπανελθὼν, ἄλλα τε πολλὰ ἐν διαφόροις ἠνδραγαθηκέναι χώραις ἐκόμπαζε, καὶ δὴ κἀν τῆι Ῥόδωι πεπηδηκέναι πήδημα, οἷον οὐδεὶς τῶν ἐπ᾿ αὐτοῦ δυνατὸς ἂν εἴη πηδῆσαι. Πρὸς ταῦτα δὲ καὶ μάρτυρας τοὺς ἐκεῖ παρόντας ἔλεγεν ἔχειν. Τῶν δὲ παρόντων τις ὑπολαβὼν ἔφη· «ὦ οὗτος, εἰ ἀληθὲς τοῦτ᾿ ἔστιν, οὐ[101]δὲν δεῖ σοι μαρτύρων· ἰδοὺ ἡ Ῥόδος, ἰδοὺ καὶ τὸ πήδημα.»Ὁ μῦθος δηλοῖ, ὅτι, ἐὰν μὴ χρόχειρος ἡ τοῦ πράγματος ἀπόδεξις ἦι, πᾶς λόγος περιττός ἐστιν. |