Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
202.Κολοιὸς φυγάς.(S. 130. C. 102. F. 254.)
Κολοιόν τις συλλαβὼν καὶ δήσας τὸν αὐτοῦ πόδα λίνωι, τοῖς αὑτοῦ παισὶν ἔδωκεν. Ὁ δὲ οὐχ ὑπομείνας τὴν μετ᾿ ἀνθρώπων δίαιταν, ὡς πρὸς ὀλίγον ἀδείας ἔτυχε, φυγὼν ἧκεν εἰς τὴν ἑαυτοῦ καλιάν. Περιειληθέντος δὲ τοῦ δεσμοῦ τοῖς κλάδοις, ἀναπτῆναι μὴ δυνάμενος, ἐπειδὴ ἀποθνήσκειν ἔμελλεν, ἔφη πρὸς ἑαυτόν· «ἀλλ᾿ ἔγωγε δείλαιος, ὅστις τὴν μετὰ τῶν ἀνθρώπων δουλείαν μὴ ὑπομείνας ἔλαθον ἐμαυτὸν καὶ σωτηρίας στερήσας.»Οὗτος ὁ λόγος ἁρμόσειεν ἂν ἐπ᾿ ἐκείνους τῶν ἀνθρώπων, οἵτινες μετρίων ἑαυτοὺς κινδύνων ῥύσασθαι βουλόμενοι ἔλαθον εἰς μείζονα δεινὰ πεσόντες. |