Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
204b.Ἄλλως.(C. 204. F. 216.)
Τῶι κόρακι τὸ θήρημα τυρὸς ἦν, καὶ ἐν μετεώρωι [103] φέρων ἐκάθητο. Ἰδοῦσα δὲ ἀλώπηξ ἀπάτηι περιενόστει τὸν κόρακα· «τί ταῦτα;» λέγουσα· «μετριότητα μὲν, ὦ κόραξ, διενήνοχας σώματος, χροιὰν δὲ φέρεις τῆι τῶν ὀρνίθων ἡγεμονίαι προσήκουσαν· εἰ δὲ καὶ φωνὴ παρῆν, ἅπασαν ἂν εἶχες τὴν τῶν ὀρνίθων ἀρχήν.» Ταῦτα δὲ εἶπε πρὸς ἀπάτην. Ὁ δὲ ὑπαχθεὶς, τὸν τυρὸν ἐκβαλὼν, ἀνέκραγε μέγιστον, φωνῆς ἐπίδειξιν τὴν ἀφαίρεσιν ποιῶν τοῦ θηράματος. Ἡ δὲ λαβοῦσα «φωνὴ μὲν, ὦ κόραξ,» εἶπεν «προσῆν, ὁ δὲ νοῦς ἐπιλέλοιπεν.»Ἑχθροῖς πειθαρχῶν ὑποστήσηι τὴν βλάβην. |