BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

178.

Ἵππος καὶ Στρατιώτης.

(C. 362. B. 76.)

 

ππον τὸν ἑαυτοῦ στρατιώτης, ἕως μὲν καιρὸς τοῦ πολέμου ἦν, ἐκρίθιζεν, ἔχων συνεργὸν ἐν ταῖς ἀνάγκαις· ὅτε δὲ ὁ πόλεμος κατεπαύσατο, εἰς δουλείας τινὰς καὶ φόρτους βαρεῖς ὁ ἵππος ὑπούργει, ἀχύρωι μόνωι τρεφόμενος. Ὡς δὲ πάλιν πόλεμος ἠκούσθη καὶ ἡ σάλπιγξ ἐφώνει, τὸν ἵππον χαλινώσας ὁ δεσπότης, καὶ αὐτὸς καθοπλισθεὶς, ἐπέβη. Ὁ δὲ συνεχῶς κατέπιπτε μηδὲν ἰσχύων· ἔφη δὲ τῶι δεσπότηι· «ἄπελθε μετὰ τῶν [91] πεζῶν ὁπλιτῶν ἄρτι· σὺ γὰρ ἀφ᾿ ἵππου εἰς ὄνον με μετεποίησας· καὶ πῶς πάλιν ἐξ ὄνου ἵππον θέλεις ἔχειν;»