BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

177b.

Ἄλλως. Ὄνος καὶ Ἡμίονος.

(S. 177. F. 133. C. p. 328.)

 

νολάτης, ἐπιθεὶς ὄνωι καὶ ἡμιόνωι γόμους, ἤλαυνεν. Ὁ δὲ ὄνος, μέχρι μὲν λεῖος τόπος ἦν, ἀντεῖχε πρὸς τὸ βάρος· ὡς δὲ ἐγένοντο κατά τινα κρημνὸν, μὴ δυνάμενος ὑποφέρειν, παρεκάλει τὴν ἡμίονον, μέρος τι τοῦ γόμου αὐτοῦ προσδέξασθαι, ἵνα τὸ λοιπὸν αὐτὸς διακομίσηται. Τῆς δὲ παρ᾿ οὐδὲν θεμένης αὐτοῦ τοὺς λόγους, ὁ μὲν κατακρημνισθεὶς διεῤῥάγη· ὁ δὲ ὀνηλάτης, ἀπορῶν ὅ,τι ποιήσει, οὐ μόνον τὸν γόμον τοῦ ὄνου τῆι ἡμιόνωι προσέθηκεν, ἀλλὰ καὶ αὐτὸν τὸν ὄνον ἐκδείρας ἐπέθηκεν αὐτῆι. Ἡ δὲ οὐ μετρίως καταπονηθεῖσα ἔφη πρὸς ἑαυτήν· «δίκαια πέπονθα· εἰ γὰρ παρακαλοῦντι τῶι ὄνωι μικρὰ κουφίσαι ἐπείσθην, οὐκ ἂν νῦν μετὰ τῶν αὐτοῦ φορτίων καὶ αὐτὸν ἔφερον.»

Οὕτω καὶ τῶν δανειστῶν ἔνιοι διὰ φιλαργυρίαν, ἵνα μικρὰ τοῖς χρεώσταις μὴ παράσχωσι, πολλάκις καὶ αὐτὸ τὸ κεφάλαιον ἀπολλύουσι.