Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
177.Ἵππος καὶ Ὄνος.(C. 125. F. 24. B. 7.)
Ἄνθρωπός τις εἶχε ἵππον καὶ ὄνον. Ὁδευόντων δὲ, ἐν τῆι ὁδῶι εἶπεν ὁ ὄνος τῶι ἵππωι· «ἆρσον ἐκ τοῦ ἐμοῦ βάρους, εἰ θέλεις εἶναί με σῶν.» Ὁ δὲ οὐκ ἐπείσθη· ὁ δὲ ὄνος, πεσὼν ἐκ τοῦ κόπου, ἐτελεύτησε. Τοῦ δὲ δεσπότου πάντα ἐπιθέντος αὐτῶι, καὶ αὐτὴν τὴν τοῦ ὄνου δορὰν, θρηνῶν ὁ ἵππος ἐβόα· «οἴμοι τῶι παναθλίωι, τί μοι συνέβη τῶι ταλαιπώρωι; μὴ θελήσας γὰρ [90] μικρὸν βάρος λαβεῖν, ἰδοὺ ἅπαντα βαστάζω, καὶ τὸ δέρμα.»Ὁ μῦθος δηλοῖ, ὅτι τοῖς μικροῖς οἱ μεγάλοι συγκοινωνοῦντες ἀμφότεροι σωθήσονται ἐν βίωι. |