Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
179.Κάλαμοι καὶ Δρῦς.(C. p. 85. B. 36.)
Δρῦν ἄνεμος ἐκριζώσας ἐν ποταμῶι ἔῤῥιψεν. Ἡ δὲ φερομένη τοὺς καλάμους ἐρωτᾶι· «πῶς ὑμεῖς, ἀσθενεῖς ὄντες καὶ λεπτοὶ, ὑπὸ τῶν βιαίων ἀνέμων οὐκ ἐκριζοῦσθε;» Οἱ δὲ εἶπον· «ὑμεῖς τοῖς ἀνέμοις μάχεσθε καὶ ἀνθίστασθε, καὶ διὰ τοῦτο ἐκριζοῦσθε· ἡμεῖς δὲ, παντὶ ἀνέμωι ὑποπίπτοντες, ἀβλαβεῖς διαμένομεν.»Ὅτι οὐ δεῖ ἀνθίτασθαι τοῖς κρατοῦσιν, ἀλλ᾿ ὑποτάττεσθαι καὶ ὑπακούειν. |