Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
169.Ἰατρὸς καὶ Νοσῶν.(S. 113. C. 31. F. 224.)
Ἰατρὸς ἐκκομιζομένου τινὸς τῶν οἰκείων ἔλεγχε πρὸς τοὺς συμπροπέμποντας, ὡς οὗτος ὁ ἄνθρωπος, εἰ οἴνου ἀπείχετο καὶ κλυστῆρσιν ἐχρήσατο, οὐκ ἂν ἀπέθανε. Τούτωι δέ τις ὑποτυχὼν ἔφη· «ὦ οὗτος, ἀλλ᾿ οὔ σε ἔδει ταῦτα νῦν λέγειν, ὅτε οὐδὲν ὄφελός ἐστι, τότε δὲ παραινεῖν, ὅτε καὶ χρῆσθαι ἠδύνατο.»[85] Ὁ λόγος δηλοῖ, ὅτι χρὴ τοῖς φίλοις παρὰ τὰς χρείας τὰς βοηθείας παρέχεσθαι, ἀλλὰ μὴ μετὰ τὴν τῶν πραγμάτων ἀπόγνωσιν κατειρωνεύεσθαι. |