Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
170.Ἰκτῖνοι.(C. 293. F. 201. B. 73.)
Ὅσην τοῖς κύκνοις ἡ φύσισ ὠιδὴν, τοσαύτην ἰκτίνοις παρέσχε τὸ πρότερον. Ἵππων δὲ χρεμετιζόντων ἀκόυσαντες, εἰς ἔρωτα ἧκον τῆς ἐκείνων φωνῆς· καὶ μιμεῖσθαι πειρώμενοι συναποβάλλουσιν ἃ εἶχον, οἷς μαθεῖν ἐπετήδευον· χρεμετίζειν μὲν γὰρ οὐκ ἔμαθον, ἄιδειν δὲ ἐπελάθοντο.Φέρει τῶν προσόντων τὴν στέρησιν ἡ τοῦ μὴ προσήκοντος μίμησις. |