Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
168.Ἰατρὸς ἄτεχνος.(C. 192. F. 277. B. 75.)
Ἰατρὸς ἦν ἄτεχνος. Οὗτος ἀῤῥώστωι παρακολουθῶν, πάντων ἰατρῶν λεγόντων αὐτῶι μὴ κινδυνεύειν, ἀλλὰ χρονίσειν ἐν τῆι νόσωι, οὗτος μόνος ἔφη αὐτῶι, πάντα τὰ αὑτοῦ ἑτοιμάσαι· «τὴν αὔριον γὰρ οὐχ ὑερβήσηι.» Ταῦτα εἰπὼν ὑπεχώρησε. Μετὰ χρόνον δέ τινα ἀναστὰς ὁ νοσῶν προῆλθεν, ὠχρὸς καὶ μόλις βαδίζων. Ὁ δὲ ἰατρὸς ἐκεῖνος συναντήσας αὐτῶι «χαῖρε,» ἔφη· «πῶς ἔχουσιν οἱ κάτω;» Κἀκεῖνος εἶπεν· «ἠρεμοῦσι, πιόντες τὸ τῆς λήθης ὕδωρ. Πρὸ ὀλίγου δὲ ὁ Θάνατος καὶ ὁ Ἅιδης δεινὸν ἠπείλουν τοὺς ἰατροὺς πάντας, ὅτι τοὺς νοσοῦντας οὐκ ἐῶσιν ἀποθνήσκειν, καὶ κατεγράφοντο πάντας. Ἔμελλον δὲ καὶ σὲ γράψαι, ἀλλ᾿ ἐγὼ προσπεσὼν αὐτοῖς καὶ συσωπήσας, ἐξωμοσάμην αὐτοῖς μὴ ἀληθῆ ἰατρὸν εἶναί σε, ἀλλὰ μάτην διαβηθῆναι.»Ὅτι τοὺς ἀπαιδεύτους καὶ ἀμαθεῖς καὶ κομψολόγους ἰατροὺς ὁ παρὼν μῦθος ἐλέγχει καὶ στηλιτεύει. |