Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
167.Θύννος καὶ Δελφίν.(S. 112. C. 30. F. 85.)
Θύννος, διωκόμενος ὑπὸ δελφῖνος καὶ πολλῶι τῶι ῥοίζωι φερόμενος, ἐπειδὴ καταλαμβάνεσθαι ἔμελλεν, ἔλαθεν ὑπὸ τῆς σφοδρᾶς ὁρμῆς ἐκκρουσθεὶς εἴς τινα ἠιόνα· ὑπὸ τῆς αὐτῆς δὲ φορᾶς ἐλαυνόμενος καὶ ὁ δελφὶν αὐτῶι συνεξώσθη. Καὶ ὁ θύννος, ὡς ἐθεάσατο ἐπι[84]στραφεὶς αὐτὸν λειποψυχοῦντα, ἔφη· «ἀλλ᾿ ἔμοιγε οὐκέτι λυπηρὸς ὁ θάνατος· ὁρῶ γὰρ καὶ τὸν αἴτιόν μου τοῦ θανάτου γενόμενον συναποθνήσκοντα.»Ὁ λόγος δηλοῖ, ὅτι ῥᾶιον φέρουσι τὰς συμφορὰς οἱ ἄνθρωποι, ὅταν ἴδωσι καὶ τοὺς αἰτίους τούτων συναποθνήσκοντας. |