BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

166b.

Ἄλλως. Μήτηρ καὶ Θυγατέρες.

(C. 265. p. 176.)

 

Γυνή τις, θυγατέρων οὖσα δυοῖν μήτηρ, ἀνδράσι συνήψε ταύτας, τὴν μὲν κηπωρῶι, θατέραν δὲ κεραμεῖ. Ἐλθοῦσα τοίνυν ποτὲ πρὸς τὴν τῶι κωπηρῶι γεγαμημένην, τά τε ἄλλα ὡμίλει, καὶ πῶς ἔχοι διηρώτα. Ἡ δὲ «τὰ μὲν ἄλλα, μῆτερ,» ἔφη «καλῶς· εὔχου δὲ ὄμβρων φορὰν, ὡς τοῖς λαχάνοις αὔξησις ἡ κατὰ νόμους προσγένοιτο.» Ἐκεῖθεν δ᾿ ἐξελθοῦσα, καὶ πρὸς τὴν συνοικοῦσαν τῶι κεραμεῖ ἀφικνεῖται. Τοῖς δ᾿ αὐτοῖς χρησαμένη καὶ πρὸς ἐκείνην, ἤκουσεν ὡς «τὰ μὲν ἄλλα καλῶς ἡμῖν, ὦ μῆτερ, ἔχει· εὔχου δ᾿ αἰθρίαν ἡμῖν καὶ ἡλίους γίνεσθαι θερμοτέρους τε καὶ καθαρωτέρους, ὡς ἂν θᾶττον οἱ κέραμοι ψύχοιντο.» Καὶ ἡ μήτηρ πρὸς ταῦτα ἐφη· «σοὶ μὲν αἰθρίαν, τῆι δὲ τῶι κηπωρῶι συνοικούσηι παμπόλλους ὑετοὺς δοῖεν οἱ θεοί.»

Ὁ μῦθος δηλοῖ, ὅτι οἳ μηδὲν ἐκ τῶν ἰδίων ἔχουσι χαρίζεσθαι, ῥαιδίως τοῖς αἰτοῦσι τὰ τῶν ἄλλων ἐπαγγέλλονται.