Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
166.Πατὴρ καὶ Θυγατέρες.(S. 95. C. 265 et p. 394. F. 77.)
Ἔχων τις δύο θυγατέρας τὴν μὲν κηπωρῶι ἐξέδωκε πρὸς γάμον, τὴν δὲ ἑτέραν κεραμεῖ. Χρόνου δὲ προελθόντος ἧκε πρὸς τὴν τοῦ κηπωροῦ, καὶ ταύτην ἠρώτα, πῶς ἔχοι καὶ ἐν τίνι αὐτοῖς εἴη τὰ πράγματα. Τῆς δὲ εἰπούσης, πάντα μὲν αὐτοῖς παρεῖναι, ἓν δὲ τοῦτο εὔχεσθαι τοῖς θεοῖς, ὅπως χειμὼν γένηται καὶ ὄμβρος, ἵνα τὰ λάχανα ἀρδευθῆι· μετ᾿ οὐ πολὺ παρεγένετο καὶ πρὸς τὴν τοῦ κεραμέως, καὶ ὡσαύτως ἐπυνθάνετο, [83] πῶς ἔχοι. Τῆς δὲ τὰ μὲν ἄλλα μὴ ἐνδεῖσθαι εἰπούσης, τοῦτο δὲ μόνον εὔχεσθαι, ὅπως αἰθρία τε λαμπρὰ ἐπιμείνηι καὶ λαμπρὸς ἥλιος, ἵνα ξηρανθῆι ὁ κέραμος, εἶπε πρὸς αὐτήν· «ἐὰν σὺ μὲν εὐδίαν ἐπιζητῆις, ἡ δὲ ἀδελφή σου χειμῶνα, ποτέραι ὑμῶν συνεύξωμαι;»Οὕτως οἱ ἐν ταὐτῶι τοῖς ἀνομοίοις πράγμασιν ἐπιχειροῦντες εἰκότως περὶ τὰ ἑκάτερα πταίουσιν. |