BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

155b.

Ἄλλως. Ζεὺς καὶ Ποσειδῶν καὶ Ἀθηνᾶ.

(C. 190. p. 120.)

 

Ζεὺς καὶ Ποσειδῶν καὶ Ἀθηνᾶ ἔριν ἐποιήσαντο, τίς κάλλιόν τι ποιήσει. Καὶ ὁ μὲν Ζεὺς ἄνθρωπον εὐπρεπέστατον ἐποίησεν, ὁ δὲ Ποσειδῶν ταῦρον, ἡ δὲ Ἀθηνᾶ οἶκον ἀνθρώποις· κριτὴς δ᾿ ἦν ἐπὶ τούτοις Μῶμος. Καὶ πρῶτον μὲν ἔψεγε τὴν θέσιν τῶν κεράτων τοῦ ταύρου, κάτωθεν τῶν ὀμμάτων λέγων ὀφείλειν κεῖσθαι, ὡς ἂν βλέπηι, ποῦ τύπτει· τοῦ δέ γε τὰς φρένας [ἀνθρώπου] καὶ τὰς βουλὰς φανερὰς εἶναι, ὡς ἂν διαγινώσκηται, τί βουλεύεται ἕκαστος· τῆς δὲ οἰκίας, ὅτι μὴ τροχοὺς σιδηροῦς αὐτῆι ἐποίησεν, ἵνα καὶ τοῖς δεσπόταις συνεξεδήμει καὶ γείτονα πονηρὸν ἐξέφευγεν.