Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
156.Ἡδονὴ καὶ Λύπη.(C. 392. ex Plat. Phaed. p. 60, B.)
Ὡς ἄτοπον, ἔφη Σωκράτης, ὦ ἄνδρες, ἔοικέ τι εἶναι τοῦτο, ὃ καλοῦσιν οἱ ἄνθρωποι ἡδὺ· ὡς θαυμασίως πέπυκε πρὸς τὸ δοκοῦν ἐναντίον εἶναι, τὸ λυπηρὸν, τῶι ἅμα μὲν αὐτὼ μὴ ἐθέλειν παραγίγνεσθαι τῶι ἀνθρώπωι, ἐὰν δέ τις διώκηι τὸ ἕτερον καὶ λαμβάνηι, σχεδόν τι ἀναγκάζεται ἀεὶ λαμβάνειν καὶ τὸ ἕτερον, ὥσπερ ἐκ μιᾶς κρυφῆς συνημμένω δύ᾿ ὄντε. Καί μοι δοκεῖ, ἔφη, εἰ ἐνενόησεν, αὐτὰ Αἴσωπος, μῦθον ἂν συνθεῖναι, ὡς ὁ θεὸς βουλόμενος αὐτὰ διαλλάξαι πολεμοῦντα, ἐπειδὴ οὐκ ἐδύνατο, ξυνῆψεν εἰς ταὐτὸν αὐτοῖς τὰς κορυφὰς, καὶ διὰ ταῦτα, ὧι ἂν τὸ ἕτερον παραγένηται, ἐπακολουθεῖ ὕστερον καὶ τὸ ἕτερον. |