BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

155.

Ζεὺς, Προμηθεὺς, Ἀθηνᾶ, Μῶμος.

(S. 100. C. 190. F. 275. B. 59.)

 

Ζεὺς καὶ Προμηθεὺς καὶ Ἀθηνᾶ κατασκευάσαντες, ὁ μὲν ταῦρον, ὁ Προμηθεὺς ἄνθρωπον, ἡ δὲ οἶκον, Μῶρον κριτὴν εἵλοντο. Ὁ δὲ, φθονήσας τοῖς δημιουργήμασιν, ἀχθόμενος ἔλεγε· τὸν μὲν Δία ἡμαρτηκέναι, τοῦ ταύρου τοὺς ὀφθαλμοὺς ἐπὶ τοῖς κέρασι μὴ θέντα, ἵνα βλέπηι ποῦ τύπτει· τὸν δὲ Προμηθέα, διότι ἀνθρώπου τὰς φρένας οὐκ ἔξωθεν ἀπεκρέμασεν, ἵνα μὴ λανθάνωσιν οἱ πονηροὶ, φανεροῦντες, εἴ τι ἕκαστος κατὰ νοῦν ἔχει. Τρίτον δὲ ἔλεγεν, ὡς ἔδει τὴν Ἀθηνᾶν τῶι οἴκωι τροχοὺς ὑποθεῖναι, ἵνα, ἐὰν πονηρῶι τις παροι[75]κισθῆι γείτονι, ῥαιδίως μεταβαίνηι. Καὶ ὁ Ζεὺς, ἀγανακτήσας κατ᾿ αὐτοῦ ἐπὶ τῆι βασκανίαι, τοῦ Ὀλύμπου αὐτὸν ἐξέβαλεν.

Ὁ λόγος δηλοῖ, ὅτι οὐδὲν οὕτως ἐστὶν ἐνάρετον, ὃ μὴ πάντως περί τι ψόγον ἐπιδέχεται.