BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

147.

Ἔχις καὶ Ὕδρα.

(S. 91. C. 185. F. 272.)

 

χις φοιτῶν ἐπί τινα κρήνην, ἔπινεν· ἡ δὲ ἐνταῦθα οἰκοῦσα ὕδρα ἐκώλυεν αὐτὸν, ἀγανακτοῦσα εἴγε μὴ ἀρκεῖται τῆι ἰδίαι νομῆι, ἀλλὰ καὶ ἐπὶ τὴν ἑαυτῆς δίαιταν ἀφικνεῖται. Ἀεὶ δὲ τῆς φιλονεικίας αὐξανομένης, συνέθεντο ὅπως εἰς μάχην ἀλλήλοις καταστῶσι, καὶ τοῦ νικῶντος ἥ τε τῆς γῆς καὶ τοῦ ὕδατος νομὴ γένηται. Ταξαμένων δ᾿ αὐτῶν τὴν προθεσμίαν, οἱ βάτραχοι διὰ μῖσος τῆς ὕδρας παραγενόμενοι πρὸς τὸν ἔχιν παραθαῤῥύνουσιν αὐτὸν, ἐπαγγελλόμενοι καὶ αὐτοὶ συμμαχήσειν αὐτῶι. Ἐνσταθείσης δὲ τῆς μάχης ὁ μὲν ἔχις πρὸς τὴν ὕδραν ἐπολέμει, οἱ δὲ βάτραχοι, μηδὲν περαιτέρω δυνάμενοι δρᾶν, μεγάλα ἐκεκράγεισαν. Καὶ ὁ ἔχις νικήσας ἠιτιάσατο αὐτοὺς, ὅτι συμμαχήσειν αὐτῶι ὑποσχόμενοι παρὰ τὴν μάχην οὐ μόνον οὐκ ἐβοήθουν, ἀλλὰ καὶ ἦιδον. Οἱ δὲ ἔφασαν πρὸς αὐτόν· «ἀλλ᾿ εὖ ἴσθι, ὦ οὗτος, ὅτι ἡ ἡμετέρα συμμαχία οὐ διὰ χειρῶν, ἀλλὰ διὰ μόνης φωνῆς καθέστηκεν.»

[72] Ὁ λόγος δηλοῖ, ὅτι, ἔνθα χειρῶν χρεία ἐστὶν, ἡ διὰ λόγων βοήθεια οὐδὲν λυσιτελεῖ.