BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

146.

Ἔχις καὶ Ῥίνη.

(S. 94. C. 184. F. 271.)

 

χις εἰσελθὼν εἰς χαλκουργοῦ ἐργαστήριον παρὰ τῶν σκευῶν ἔρανον ἤιτει· λαβὼν δὲ παρ᾿ αὐτῶν ἧκε πρὸς τὴν ῥίνην, καὶ ταύτην παρεκάλει δοῦναί τι αὐτῶι. Ἡ δὲ ὑποτυχοῦσα εἶπεν· «ἀλλ᾿ εὐήθης εἶ παρ᾿ ἐμοῦ ἀποίσεσθαί τι οἰόμενος, ἥτις οὐ διδόναι ἀλλὰ λαμβάνειν παρὰ πάντων εἴωθα.»

Ὁ λόγος δηλοῖ, ὅτι μάταιοί εἰσιν οἱ παρὰ φιλαργύρων τι κερδαίνειν προσδοκῶντες.