BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

148.

Ζεὺς καὶ Αἰσιχύνη.

(S. 108. C. 104. F. 256.)

 

Ζεὺς πλάσας ἀνθρώπους τὰς μὲν ἄλλας διαθέσεις εὐθὺς αὐτοῖς ἐνέθηκε, μόνης δὲ αἰσχύνης ἐπελάθετο. Διόπερ ἀμηχανῶν, πόθεν αὐτὴν εἰσαγάγηι, ἐκέλευσεν αὐτὴν διὰ τοῦ ἀρχοῦ εἰσελθεῖν. Ἡ δὲ τὸ μὲν πρῶτον ἀντέλεγε καὶ ἠναξιοπάθει· ἐπεὶ δὲ σφόδρα αὐτῆι ἐνέκειτο, ἔφη· «ἀλλ᾿ ἔγωγε ἐπὶ τοιαύταις ὁμολογίαις εἴσειμι, ὡς, ἂν ἕτερόν μοι ἐπεισέλθηι, εὐθέως ἐξελεύσομαι.» Ἀπὸ τούτου συνέβη πάντας τοὺς πόρνους ἀναισχύντοὺς εἶναι.

Τούτωι τῶι λόγωι χρήσαιτο ἄν τις πρὸς ἄνδρα πόρνον.