BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

139.

Ἑρμῆς καὶ Κύων.

(B. 48.)

 

ν ὁδῶι τις Ἑρμῆς τετράγωνος εἱστήκει,

λίθων δ᾿ ὑπ᾿ αὐτῶι σωρὸς ἦν. κύων τούτωι

[68]

εἶπε προσελθών· «χαῖρε πρῶτον, Ἑρμεία·

ἔπειτ᾿ ἀλεῖψαι βούλομαί σε, μηδ᾿ οὕτω

θεὸν παρελθεῖν, καὶ θεὸν παλαιστρίτην.»

ὁ δ᾿ εἶπεν· «ἂν μὴ τοῦτό μοὐπιλιχμήσηις

τοὔλαιον ἐλθὼν, μηδέ μοι προσουρήσηις,

χάριν εἴσομαί σοι· καὶ πλέον με μὴ τίμα.»

Ὅτι τοῖς κακοῖς ἀρκεῖ τέως, οὐκ ἄλλως πως δυναμένοις δρᾶσαι τὰ βελτίω, κἂν τῶν συνήθων αὐτῶν αἰτιῶν ἀργῆσαι.