Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
140.Ἑρμῆς καὶ Τειρεσίας.(S. 90. C. 91. F. 244.)
Ἑρμῆς βουλόμενος τὴν Τειρεσίου μαντικὴν πειρᾶσαι, εἰ ἀληθής ἐστι, κλέψας αὐτοῦ τοὺς βόας ἐξ ἀγροῦ, ἧκε πρὸς αὐτὸν εἰς ἄστυ, ὁμοιωθεὶς ἀνθρώπωι, καὶ ἐπεξενώθη παρ᾿ αὐτῶι. Παραγγελθείσης δὲ τῶι Τειρεσίαι τῆς τοῦ ζεύγους ἀπωλείας, παραλαβὼν τὸν Ἑρμῆν ἧκεν εἰς τὸ προάστειον, οἰωνόν τινα περὶ τῆς κλοπῆς σκεψόμενος, καὶ τούτωι παρήινει λέγειν ὅ τι ἂν θεάσηται ὄρνεον. Καὶ ὁ Ἑρμῆς τὸ μὲν πρῶτον θεασάμενος ἀετὸν, ἐξ ἀριστερῶν ἐπὶ δεξιὰ παριπτάμενον, ἀπήγγειλε αὐτῶι. Τοῦ δὲ εἰπόντος, μὴ πρὸς αὐτοὺς τοῦτον εἶναι, ἐκ δευτέρου ἰδὼν κορώνην, ἐπί τινος δένδρου καθημένην, καὶ ποτὲ μὲν ἄνω βλέπουσαν, ποτὲ δὲ εἰς γῆν κύπτουσαν, ἐδήλωσεν αὐτῶι. Ὁ δὲ ὑποτυχὼν ἔφη· «ἀλλ᾿ αὕτη ἡ κορώνη διόμνυται τόν τε οὐρανὸν καὶ τὴν γῆν, ὅτι, ἐὰν σὺ θέληις, τοὺς ἐμαυτοῦ βόας ἀπολήψομαι.»Τούτωι τῶι λόγωι χρήσαιτο ἄν τις πρὸς ἄνδρα κλέπτην. |