Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
138.Ἑρμῆς καὶ Γῆ.(S. 102. C. 182. F. 269.)
Ζεὺς πλάσας ἄνδρα καὶ γυναῖκα ἐκέλευσεν Ἑρμῆι ἀγαγεῖν αὐτοὺς ἐπὶ τὴν γῆν, καὶ δεῖξαι ὅθεν ὀρύξαντες πλεῖον ποιήσουσι. Τοῦ δὲ τὸ προσταχθὲν ποιήσαντος, ἡ γῆ τὸ μὲν πρῶτον ἐκώλυεν· ὡς δὲ ὁ Ἑρμῆς ἠνάγκαζε λέγων, τὸν Δία προστεταχέναι· «ἀλλ᾿ ὀρυσσέτωσαν,» ἔφη, «ὅσην βούλονται· στένοντες γὰρ αὐτὴν καὶ κλαίοντες ἀποδώσουσιν.»Πρὸς τοὺς ῥαιδίως δανειζομένους καὶ μετὰ λύπης ἀποδιδόντας ὁ λόγος εὔκαιρος. |