BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

137.

Ἑρμῆς καὶ Ἀγαλματοποιός.

(S. 89. C. 90. F. 243.)

 

ρμῆς γνῶναι βουλόμενος, ἐν τίνι τιμῆι παρ᾿ ἀνθρώποις ἐστὶν, ἧκεν ἀφομοιωθεὶς ἀνθρώπωι εἰς ἀγαλματοποιοῦ ἐργαστήριον· καὶ θεασάμενος Διὸς ἄγαλμα ἐπύθετο, πόσου· τοῦ δὲ εἰπόντος «δραχμῆς,» γελάσας ἠρώτα τῆς Ἥρας πόσου ἐστίν· εἰπόντος δὲ ἔτι μείζονος, θεασάμενος καὶ ἑαυτοῦ ἄγαλμα ὑπέλαβεν, ὅτι αὐτὸν, ἐπειδὴ καὶ ἄγγελός ἐστι καὶ ἐπικερδὴς, περὶ πολλοῦ οἱ ἄνθρωποι ποιοῦνται. Διὸ προσεπυνθάνετο ὁ Ἑρμῆς, καὶ ὁ ἀγαλματογλύφος ἔφη· «ἀλλ᾿ ἐὰν τούτους ἀγοράσηις, τοῦτόν σοι προσθήκην δώσω.»

Πρὸς ἄνδρα κενόδοξον, ἐν οὐδεμιᾶι μοίραι παρὰ τοῖς ἄλλοις ὄντα, ὁ λόγος ἁρμόζει.