Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
106.Γλαὺξ καὶ Ὄρνεα.(C. 330. F. 385. ex Dione Chrysost. LXXII, §. 14 sq.)
Αἴσωπος ξυνετίθει λόγον τοιοῦτον· ὡς τὰ ὄρνεα ξυνῆλθε πρὸξ τὴν γλαῦκα καὶ ἐδεῖτο, τῆς μὲν ἀπὸ τῶν οἰκοδομημάτων σκέπης ἀπανίστασθαι, πρὸς δὲ τὰ δένδρα τὴν καλιὰν, ὥσπερ καὶ αὐτὰ, καὶ τοὺς τούτων μεταπήγνυσθαι κλῶνας, ἀφ᾿ ὧν καὶ ἄιδειν ἔστιν εὐσημότερον· καὶ δὴ καὶ πρὸς δρῦν ἄρτι ταυτηνὶ φυομένην, ἐπειδὰν πρὸς ὥραν ἀφίκηται, ἑτοίμως ἔχειν ἱζάνειν καὶ τῆς χλοερᾶς κόμης ἀπόνασθαι. Ἀλλ᾿ οὖν τήν γε γλαῦκα μὴ τοῦτο τοῖς ὀρνέοις ποιεῖν παραινεῖν μηδὲ φυτοῦ βλάστηι ἐφήδεσθαι ἰξὸν πεφυκότος φέρειν, πτηνοῖς ὄλεθρον. Τὰ δὲ μὴ τῆς ξυμουλῆς ἀποδέχεσθαι τὴν [54] γλαῦκα· τοὐναντίον δὲ ἔχαιρε τῆι δρυὶ φυομένηι· ἐπειδὴ δὲ ἱκανὴ ἦν, καθίσαντα ἐπ᾿ αὐτὴν ἦιδεν. Γενομένου δὲ τοῦ ἰξοῦ ῥαιδίως ἤδη ὑπὸ τῶν ἀνθρώπων ἁλισκόμενα μετενόουν καὶ τὴν γλαῦκα ἐθαύμαζον ἐπὶ τῆι ξυμβουλῆι. Καὶ νῦν ἔτι οὕτως ἔχουσιν, ὡς δεινῆς καὶ σοφῆς οὔσης αὐτῆς, καὶ διὰ τοῦτο ἐθέλουσι πλησιάζειν, ἡγούμενα ἀγαθόν τι ἀπολαύειν τῆς ξυνουσίας. Προσίασι δὲ μάτην ἐπὶ κακῶι. Ἡ μὲν γὰρ ἀρχαία γλαὺξ τῶι ὄντι φρονίμη τε ἦν καὶ ξυμβουλεύειν ἐδύνατο· αἱ δὲ νῦν μόνον τὰ πτερὰ ἔχουσιν ἐκείνης καὶ τοὺς ὀφθαλμοὺς καὶ τὸ ῥάμφος, τὰ δὲ ἄλλα ἀφρονέστεραί εἰσι τῶν ἄλλων ὀρνέων. |