Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
105.Γλαὺξ καὶ Ὄρνεα.(C. 331. ex Dione Chrysost. XII, §. 7 sq.)
Γλαὺξ, σοφὴ οὖσα, ξυνεβούλευε τοῖς ὀρνέοις, τῆς δρυὸς ἐν ἀρχῆι φυομένης, μὴ ἐᾶσαι, ἀλλ᾿ ἀνελεῖν πάντα τρόπον· ἔσεσθαι γὰρ φάρμακον ἀπ᾿ αὐτῆς ἄφυκτον, ὑφ᾿ οὗ ἁλώσονται, τὸν ἰξόν. Πάλιν δὲ τὸ λίνον τῶν ἀνθρώπων σπειρόντων, ἐκέλευε καὶ τοῦτο ἐκλέγειν τὸ σπέρμα· μὴ γὰρ ἐπ᾿ ἀγαθῶι φυήσεσθαι. Τρίτου δὲ, ἰδοῦσα τοξευτήν τινα ἄνδρα, προέλεγεν, ὅτι οὗτος ὁ ἀνὴρ φθάσαι ὑμᾶς τοῖς ὑμετέροις πτεροῖς, πεζὸς ὢν αὐτὸς πτηνὰ ἐπιπέμπων βέλη. Τὰ δὲ ἠπίστει τοῖς λόγοις καὶ ἀνόητον αὐτὴν ἡγοῦντο καὶ μαίνεσθαι ἔφασκον· ὕστερον δὲ πειρώμενα ἐθαύμαζε καὶ τῶι ὄντι σοφωτάτην ἐνόμιζεν. Καὶ διὰ τοῦτο, ἐπὰν φανῆι, πρόσεισιν ὡς πρὸς ἅπαντα ἐπισταμένην· ἡ δὲ ξυμβουλεύει μὲν οὐδὲν ἔτι αὐτοῖς, ὀδύρεται δὲ μόνον. |