BIBLIOTHECA AUGUSTANA

 

Aisopos

floruit ca. 600 a. Chr. n.

 

Μῦθοι Αἰσώπειοι

 

___________________________________________________

 

 

 

107.

Γραῦς καὶ Ἰατρός.

(S. 57.)

 

Γραῦς πρεσβῦτις τοὺς ὀφθαλμοὺς νοσοῦσα ἰατρὸν ἐπὶ μισθῶι παρεκάλεσεν· ὁ δὲ εἰσιὼν, ὁπότε αὐτὴν ἔχριε, διετέλει ἐκείνης συμμαχούσης καθ᾿ ἓν ἕκαστον τῶν σκευῶν ὑφαιρούμενος. Ἐπεὶ δὲ πάντα ἐκφορήσας κἀκείνην ἐθεράπευσεν, ἀπήιτει τὸν συνταχθέντα μισθόν. Μὴ βουλομένης δ᾿ αὐτῆς ἐπιδοῦναι, ἤγαγεν αὐτὴν ἐπὶ τοὺς ἄρχοντας. Ἡ δ᾿ ἔλεγε, τὸν μὲν μισθὸν ὑπισχνεῖσθαι, ἐὰν θεραπεύσηι αὐτῆς τὰς ὁράσεις· νῦν δὲ χεῖρον διατεθῆναι· «τότε μὲν γὰρ ἔβλεπον» ἔφη «πάντα τὰ ἐπὶ τῆς οἰκίας μου σκεύη, νῦν δὲ οὐδὲν ἰδεῖν δύναμαι.»

Οὕτως οἱ πονηροὶ τῶν ἀνθρώπων διὰ πλεονεξίαν λανθάνουσι καθ᾿ ἑαυτῶν τὸν ἔλεγχον ἐπισπώμενοι.