Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
[52] |
102.Γεωργὸς καὶ Φυτόν.(C. 173. F. 266.)
Φυτὸν ἦν εἰς γεωργοῦ χώραν, καρπὸν μὴ φέρον, ἀλλὰ μόνον στρουθῶν καὶ τεττίγων κελαδούντων ἦν καταφυγή. Ὁ δὲ γεωργὸς ὡς ἄκαρπον ἐκτέμνειν ἤμελλε· καὶ δὴ τὸν πέλεκυν λαβὼν ἐπέφερε τὴν πληγήν. Οἱ δὲ τέττιγες καὶ οἱ στρουθοὶ ἱκέτευον τὴν καταφυγὴν αὐτῶν μὴ ἐκκόψαι, ἀλλ᾿ ἐᾶσαι, ὥστε ἄιδειν, ἐν αὐτῶι, καὶ αὐτὸν τὸν γεωργὸν τέρπειν. Ὁ δὲ μηδὲν α'θτῶν φροντίσας, καὶ δευτέραν πληγὴν καὶ τρίτην ἐπέφερε. Ὡς δὲ ἐκοίλανε τὸ δένδρον, σμῆνος μελισσῶν καὶ μέλι εὗρε. Γευσάμενος δὲ τὸν πέλεκυν ἔῤῥιψε, καὶ τὸ φυτὸν ἐτίμα ὡς ἱερὸν, καὶ ἐπεμελεῖτο.Ὅτι οὐ τοσοῦτον οἱ ἄνθρωποι φύσει τὸ δίκαιον ἀγαπῶσι καὶ τιμῶσιν, ὅσον τὸ κερδαλέον ἐπιδιώκουσιν. |