Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
101.Γεωργὸς καὶ Τύχη.(C. 82. F. 51. S. 61.)
Γεωργός τις σκάπτων χρυσίωι περιέτυχε. Καθ᾿ ἑκάστην οὖν τὴν Γῆν, ὡς ὑπ᾿ αὐτῆς εὐεργετηθεὶς, ἔστεφε. Τῶι δὲ ἡ Τύχη ἐπιστᾶσά φησιν· «ὦ οὗτος, τί τῆι Γῆι τὰ ἐμὰ δῶρα προσανατίθης, ἅπερ ἐγώ σοι δέδωκα, πλουτίσαι σε βουλομένη; Εἰ γὰρ ὁ καιρὸς μεταβάλοι, καὶ πρὸς ἑτέρας χεῖρας τοῦτό σοι τὸ χρυσίον ἔλθοι, οἶδ᾿ ὅτι τηνικαῦτα ἐμὲ, τὴν Τύχην, μέμψηι.»Ὁ μῦθος δηλοῖ, ὅτι χρὴ τὸν εὐεργέτην ἐπιγινώσκειν κααὶ τούτωι χάριτας ἀποδιδόναι. |