Aisopos
floruit ca. 600 a. Chr. n.
Μῦθοι Αἰσώπειοι
|
|
___________________________________________________
|
|
100b.Ἄλλως. Ὀρνιθοθήρας καὶ Πελαργός.(F. 147. C. p. 359. S. 190.)
Ὀρνιθοθήρας δίκτυα γεράνοις ἀναπετάσας, πόῤῥωθεν ἐθεώρει τὴν ἄγραν. Πελαργοῦ δὲ σὺν τοῖς γεράνοις ἐπικαθίσαντος, ἐπιδραμὼν μετ᾿ ἐκείνων καὶ αὐτὸν συνέλαβε. Τοῦ δὲ δεομένου μὴ θῦσαι αὐτὸν καὶ λέγοντος, ὡς οὐ μόνον [αὐτὸς] ἀβλαβής ἐστι τοῖς ἀνθρώποις, ἀλλὰ καὶ ὠφελιμώτατος· τοὺς γὰρ ὄφεις καὶ τὰ λοιπὰ ἑρπετὰ συλλαμβάνων ἀναιρεῖν, ὁ ὀρνιθοθήρας ἔφη· «ἀλλ᾿ εἰ τὰ μάλιστα οὐ φαῦλος εἶ, διὰ τοῦτο κολάσεως ἄξιος, ὅτι μετὰ πονηρῶν κεκάθικας.»Ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ τὰς τῶν πονηρῶν συνουσίας φεύγειν, ἵνα μὴ καὶ αὐτοὶ ἐκείνων τῆς κακίας κοινωνεῖν δόξωμεν. |